Add parallel Print Page Options

35 μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει [a]μεγάλην μισθαποδοσίαν, 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν· 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει· 38 ὁ δὲ δίκαιός [b]μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

11 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων [c]τὸ βλεπόμενον γεγονέναι.

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:35 μεγάλην μισθαποδοσίαν WH Treg NIV ] μισθαποδοσίαν μεγάλην RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:38 μου WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:3 τὸ βλεπόμενον WH Treg NIV ] τά βλεπόμενα RP